Job 3

1Μετὰ τοῦτο ἤνοιξεν Ιωβ τὸ στόμα αὐτοῦ 2καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων 3Ἀπόλοιτο ἡμέρα, ἐν ἐγεννήθην, καὶ νύξ, ἐν εἶπαν Ἰδοὺ ἄρσεν. 4 ἡμέρα ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· 5ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. 6καταραθείη ἡμέρα καὶ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν· 7ἀλλὰ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή· 8ἀλλὰ καταράσαιτο αὐτὴν καταρώμενος τὴν ἡμέραν ἐκείνην μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. 9σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, 10ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. 11διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; 12ἵνα τί δὲ συνήντησάν μοι γόνατα; ἵνα τί δὲ μαστοὺς ἐθήλασα; 13νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην 14μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν, 15 μετὰ ἀρχόντων, ὧν πολὺς χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, 16 ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. 17ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι· 18ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου· 19μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. 20ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; 21οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, 22περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν. 23θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ θεὸς κατ' αὐτοῦ· 24πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· 25φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι. 26οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή.
Copyright information for LXX